Matth., χχιν, 37. Fol. 43. ΗΜΙΝ ΠΟΤΕ ΤΑΥΤΑΕΣΤΑΙ KAITITOCHMIONTHCCHC ΠΑΡΟΥΣΙΑΣ ΚΑΙ ΣΥΝΤΕΛΕΙ 4 ΑετογλΙΩΝΟΣ· ΚΑΙΑΠΟΚΡΙ oeicoičeιNENAYTOICBAE recerwΕΙΜΙΟ ΚΑΙ ΠΟΣ 12 ΚΑΙΑΚΟΣ ΠΟΛΕΜΩΝΟΡΑΤΕ 16 ΓΑΡΕΘΝΟΣΕΠΕΘΝΟΣΚΑΙΒΑ EVANGELIUM SECUNDUM MATTHÆUM E CODICE CHRYSOPURPUREO SINOPENSI ("). VII (Fol. 1.) 7. [Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. 8. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. 9. Η τίς ἔστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; 10. καὶ ἐὰν ἰχθὺν αἰτήσῃ (3), μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Π. Εἰ οὖν ὑμεῖς (4) πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν. 12. Πάντα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιοῦσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς (5 ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. 13. Εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα (6) ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλιαν (7), καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς. 14. Τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ (Fol. 2.) εὑρίσκοντες αὐτήν. 15. Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες. 16. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθαι αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν ἢ ἀπὸ τριβόλων σύκα; 17. Οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. (1) Les variantes du Codex Rossanensis (Σ), publié par M. O. von Gebhardt (1883), sont données au bas des pages, sans autre indication; celles du Codex Petropolitanus (N), publié par le Rév. II. S. Cronin (1899), sont accompagnées de la lettre N. (2) ζητῖτε, Ν. (3) αἰτήσει, Σ et N. 18. Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρ ποὺς καλοὺς ποιεῖν. 19. Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20. Άραγε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθαι (1) αὐτούς. 21. Οὐ πᾶς ὁ λέγων μοι· Κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 22. Πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν ;] XI (Fol. 3.) 5 [Τυφλοὶ ἀναβλέπουσι, καὶ χωλοὶ περιπατοῦσι· λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσι· νεκροὶ ἐγείρονται, καὶ] πιωχοὶ εὐαγγελίζονται (2). 6. καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. 7. Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξῆλθατε εἰς τὴν ἔρημον θεάσασθαι (3); κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 8. Ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ιδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλείων (4) εἰσίν. 9. Ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν, καὶ || περισσότερον προφήτου. 10. Οὗτος γὰρ ἐστιν περὶ οὗ γέγραπται· Ιδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσι (5) τὴν ὁδόν σου ἔμπροσθέν σου. 11. Αμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων (6) Ιωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων (1) αὐτοῦ ἐστίν. 12. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.] XIII (Fol. 4.) 7. [Αλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας καὶ ἀνέβησαν] αἱ ἄκανθαι καὶ ἀπέ πνιξαν αὐτά. 8. ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν· καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. 9. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 10. Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· Διὰ τί ἐν παραβολαῖς (1) λαλεῖς (2) αὐτ τοῖς ; 11. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 12. ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ, καὶ περισευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὅ ἔχει ἀρθήσεται ἀπ ̓ αὐτοῦ. 13. Διὰ τοῦτο ἐμπαραβολαῖς λαλῶ αὐτοῖς, ὅτι βλέποντες οὐ βλέπουσιν, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνιοῦσιν. 14. Καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητία Ησαΐου ἡ λέγουσα· Ακοῇ ἀκούσηται (3) καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε (4) καὶ οὐ μὴ ἴδητε (5). 15. Επαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μή(Fol. 5.) ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψουσιν (6), καὶ ἰάσομαι αὐτούς. 16. ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν (1), καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν. 17. Αμὴν γὰρ λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέ πετε, καὶ οὐκ ἴδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. 18. Υμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπίροντος (5). 10. Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρίς. 20. ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρίς (9), οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς (10) μετὰ χαρᾶς λαμβάνων αὐτόν· (1) ἐμπαραβολαῖς, (2) λαλίς, Ν. (3) ἀκούσητε, Σ « Ν. . (4) βλέψετε. (5) είδητε. (*) συνῶσι, καὶ ἐπιστρέψουσι, Ν. — (7) βλέπουσι, Ν. — (*) σπείροντος. — (9) σπαρείς. — (10) εὐθεώς. - |