Images de page
PDF
ePub

χωμάτων βουνίτζα μικρὰ ἢ λιθοσωρεία, ἵνα μὴ ἀσκόπως τινὲς τῶν τοῦ ἰδίου στρατεύματος περιπίπτοντες τοῖς τοιούτοις καταβλάπίωνται, ἀλλὰ καὶ ῥάβδους μικρὰς ἐν τῇ γῇ πηγνύτωσαν· καὶ κώδωνας εἰς σχοινίας δεδεμένους τῶν ῥάβ δων ἀπαιωρείτωσαν κύκλῳ παντὸς τοῦ χάρακος, ὅπως οἱ λανθάνοντες πολέ ἢ κατάσκοποι τὰς βίγλας περιτυγχάνοντες τοῖς τοιούτοις εὐκόλως ἐπιγι

μιας νώσκωνται.

III

Περὶ τῶν ἐν νυκτὶ ὀφειλουσῶν γίνεσθαι φυλακῶν ἤτοι κερκίτων.

Δεῖ δὲ τὰς ἔνδον τοῦ χάρακος ἐν νυκτὶ φυλακὰς ἤτοι κέρκιτα ἐπιμελῶς γινεσθαι ἐν τῷ κενῷ χωρίῳ, καὶ ἕκαστος μὲν τῶν ταξιαρχῶν φυλακὰς δι ̓ ὅλης 1ο νυκτὸς εἰς τὸν ἴδιον ἐχέτω λαόν· ὁ δὲ ὁπλιτάρχης ἀπὸ τῶν ψιλῶν τῶν μὴ τεταγμένων εἰς τὰς ταξιαρχίας ἀναλαμβανόμενος ἄνδρας ρ' ἕως μεσονυκτίου, καὶ τούτους ὑπαλλάτίων δι ̓ ἑτέρων ρ', ἄχρι πρωίας ποιείτω τὴν ὀφειλομένην φυλακὴν ἔνδον τοῦ χάρακος ἐν τῷ κενῷ χωρίῳ κυκλεύων τῆν στρατιάν· τὸ γὰρ κενὸν χωρίον τούτου χάριν ἐκ προμηθείας πρὸς λυσιτέλειαν ἀφορίζεται, ὅπως 15 μὴ μόνον ἐν αὐτῷ τὰ κέρκιτα γίνωνται, ἀλλὰ καὶ πολεμίων ἐνίοτε προσβαλλόντων τῷ χάρακι καὶ βέλη κατὰ τοῦ ἀπλήκτου πεμπόντων εἰς αὐτὸ καταπίπλωσι· καὶ μὴ τοὺς ἔνδον ἵππους ἢ τοὺς ἀνθρώπους λυμαίνωνται· πολλὰ γὰρ ἐναντία τισὶ στρατεύμασι ἐκ τοῦ τοιούτου τρόπου συνέβησαν. Πρὸς τούτῳ 5 δὲ, ἵνα καὶ οἱ εἰς τὰ ἄκρα ἀπληκεύοντες στρατηγοί, εἰ συμβῇ πόλεμον συμπε 20 σεῖν τοῖς τοῦ χάρακος, εἴτε ἐν ἡμέρᾳ εἴτε ἐν νυκτὶ πεζῇ, μετὰ τοῦ μαχίμου αὐτῶν λαοῦ παραταττόμενοι ἐν τῷ κενῷ χωρίῳ ἐπιβοηθῶσιν αὐτοῖς 7. Δεῖ δὲ τοὺς τοιούτους ἀκρίτας στρατηγοὺς σὺν τῷ ὑπ ̓ αὐτοὺς λαῷ ἐξωτέρω πάντων τῶν θεμάτων καὶ πλησίον τῶν πεζῶν σκηνῶν μόνῃ διειργομένους τῇ μέσον κειμένῃ ὁδῷ τῇ ὁριζούσῃ τὰ τῶν ἱππέων καὶ πεζῶν ἀπλῆκτα, ἵν ̓ ἐν τοῖς 25 ἀπροόπλοις καὶ αἰφνιδίως ἀπὸ τῶν ἐχθρῶν ἐπερχομένοις πολέμοις ἐξ ἑτοίμου καὶ προχείρως ὄντες τοῖς τοῦ χάρακος συνεργῶσι καὶ συνασπίζωνται. ὁ δὲ ὁπλιτάρχης μὴ μόνον δι ̓ ὅλου ποιείτω τὰ κέρκιτα, ἀλλ' ὑπαλλατιέσθω 10 διὰ

1

Les mss. λιθοσωρεῖαι.

2

6

7

8

4

καταπίπτουσι Κ.

5

[ocr errors]

8

3 κώδονας ΕΚ. χοινία Μ. τοῦτο ΕΜ. πεσῇ — παραταττομένοις ἐν τῷ κ. χ. ἐπιβοηθοῦσιν α. Κ. — * Les mss. τῆς ὁριζούσης. • Peut-être μόνος. 10 ὑπαλατέσθω Κ.

τὸν πολὺν κόπον, ἀνθρώπων πιστῶν ὡς εἰκὸς ἀποστελλομένων παρὰ τοῦ βασιλέως ἡμῶν τοῦ ἁγίου.

10

IV

Περὶ τῶν ὀφειλουσῶν γίνεσθαι ἐν νυκτὶ καὶ ἡμέρᾳ βιγλῶν.

Τὰ δὲ ἐξ ἔθους ἐξώβιγλα καὶ ἐσώβιγλα τὰ καὶ πλησιέστερον ἱστάμενα δεῖ 5 ποιεῖν ἀπὸ ἀκοντιστῶν καὶ τοξοτῶν πεζῶν. Τὰ δὲ ἐσώβιγλα ἐχέτωσαν” ἄνδρας η', διιστάμενα ἕκασία ἀπὸ τοῦ χάρακος ὡσεὶ τόξου βολὴν ἢ καὶ μικρόν τι πλέον. Τὰ δὲ ἐξώβιγλα μακρότερον σηκέτωταν ἀπέχοντα τῶν ἐσωβίγλων μὴ πλέον λίθου βολῆς· ταῦτα δὲ ἀπὸ τεσσάρων ἀνδρῶν ἔστωσαν, ἅτινα καὶ καλοῦνται τετράδια. Εκάστη δὲ ταξιαρχία εὐτρεπίζειν ὀφείλει ἀνὰ ἑ' ἐσώβιγλα καὶ ἐξώβιγλα διιστάμενα κατὰ πλάτος ἀλλήλων ὡσεὶ ὀργυίας ν'. Αἱ δὲ ἔτι μακρότερον ὀφείλουσαι γίνεσθαι βίγλαι διὰ τοῦ ἱππικοῦ μαχίμου γινέσθωσαν, καὶ αἱ μὲν μετὰ τοὺς πεζοὺς ἱστάμεναι πρῶται καὶ αὗται διεκγινέσθωσαν ἱπποτῶν ἀπέχουσαι τῶν τε πεζικῶν ἐξωβίγλων, εἰ ὁμαλός ἐστι καὶ καθαρὸς ὁ τόπος ἐξ ἱκανοῦ διαστήματος· αἱ δὲ πορρωτέρω γινόμεναι, αἳ καὶ ἐξώβιγλα καλοῦνται, 15 τετράδια ἔσίωσαν. Αὗται δὲ ἔτι φαίνοντος τοῦ ἡλίου πρὸς τὴν τεταγμένην φυλακὴν τῆς νυκτὸς ἀπίτωσαν. Εἰ δὲ δύσβατος εἴη καὶ δασὺς ὁ τόπος καὶ ἄνευ ὁδῶν οὐχ οἷός τέ ἐστι περιπατεῖσθαι, μόναι αἱ ὁδοὶ ἀσφαλῶς μὴ πόρρω τοῦ ἀπλήκτου φυλατέσθωσαν, καὶ μᾶλλον ἐκεῖναι ἀφ ̓ ὧν ὑπόληψίς ἐστι πολεμίους ἐπελθεῖν· εἰς μόνα δὲ τὰ μέρη ἀφ ̓ ὧν, ὡς εἴρηται, ὑποψία ἐστὶν ἐπελεύ10 σεσθαι ἐναντίους οἱ ἱππόται φυλατζέτωσαν. Τὰ δὲ λοιπὰ τὰ κύκλῳ διὰ μόνων γενέσθω τῶν πεζῶν. Εχέτωσαν δὲ καὶ ἀρχηγοὺς τῶν χρησίμων, ἵνα καὶ παρ' αὐτῶν δεόντως αἱ βίγλαι τὰς στάσεις λαμβάνωσι καὶ κερκιτεύωνται πρὸς τὸ μὴ τῆς φυλακῆς ἀμελεῖν. Εἰ δέ τινα ἀπαγγελίαν αἱ βίγλαι κομίζουσι, μὴ περιδεῖς ἢ ἀτάκτως ὡς ἔτυχε περιπατείτωσαν ἀλλ ̓ ἀσφαλιζέσθωσαν, τοῦ μήτε 15 τοὺς κώδωνας διασεῖσαι μήτε τεταραγμένως εἰς τὸν χάρακα εἰσελθεῖν κἀν

1

6

8

9

3

Les mss.

· τὰ πλειέστερον Κ; τὰ πλησιέστερον Μ. — ' Les mss. τὸ δὲ ἐσώβιγλον ἐχέτω. ἐσωβίγλων ἢ ἐξωβίγλων. Si c'est ἐσώβιγλα, on aurait 5 fois 50 = 250 orgyes, a raison de quatre taxiarchies sur chacun des quatre côtés du camp, cela fait un côté de 1,000 orgyes; or il semble qu'il n'y en a que 500. — ' Les mss. πολεμίοις. – 5 φυλατζέσθωσαν Κ. — * γενέσθαι Κ. — περιδιῶς Κ. — ο περιπατείσίωσαν ΕΜ, περιπατεισθωσαν Κ. - " Les mss. τετεραγμένως; Τα 2' main a fait la correction dans M.

8

4

9

6

2

τεῦθεν δειλίαν ἐμποιῆσαι τοῖς ἔνδον, ἀλλ ̓ ἠρέμα τοὺς κώδωνας ὑπελθόντες ἀταραχῶς τῷ ἰδίῳ ταξιάρχῃ καὶ τῷ ὁπλιτάρχῃ ἀπαγγελλέτωσαν' τὸ συμβὰν, καὶ παρ ̓ εὐθὺ ὁ μηνύων στελλέσθω παρ' ἐκείνων τῷ ἁγίῳ ἡμῶν βασιλεῖ. Καὶ ταῦτα μὲν ἐν νυκτί· τῇ δ ̓ ἡμέρᾳ οἱ ἱππεῖς μόνοι τὰς βίγλας ποιείτωσαν 3 πορρω 5 τέρω δὲ καὶ μακρότερον εἴπερ ὁ τόπος, ὡς εἴρηται, φανερός ἐστι καὶ ἐπίπεδος.

10

15

20

V

Πῶς δεῖ σμικρύνεσθαι τὸ ἀπλῆκτον, ὁλοκλήρου τῆς πεζικῆς στρατιᾶς ὑπαρχούσης, τῆς δὲ ἱππικῆς ὀλιγοστῆς· πῶς δὲ ταύτης πολλῆς οὔσης, τῆς δὲ πεζικῆς ἐλαχίστης, ἀναπληροῦν τὸ ἐνδέον καὶ ἀσφαλῶς περιφυλάττειν τὴν στρατιάν.

Εἰ δὲ γε συμβῇ ὀλιγοστὸν εἶναι τὸ τῶν ἱππέων στράτευμα τὸ δὲ πεζικὸν ὁλόκληρον, καὶ χῶρος κενὸς ἔνδον οὐκ ὀλίγος καταλιμπάνεται, δεῖ τρεῖς ὁπλίτας ἱστᾶν εἰς τὴν μίαν ὄργυιαν καὶ ποιεῖν πύκνωσιν καὶ ἐκ τούτου σμικρυνθήσεται ἀναλόγως τῷ πλήθει τῶν ἱππέων ὁ τοῦ ἀπλήκτου χῶρος καὶ γενήσεται σύμμετρος.

Εἰ δὲ τὸ μὲν ἱππικὸν πλεῖον εἴη τὸ δὲ πεζικὸν ὀλίγον ὡς μὴ ἐξικανεῖν τῆν στρατιὰν δύο ἱσταμένων ὁπλιτῶν, δηλονότι καθ ̓ ἑκάστην ὄργυιαν καθῶς ἐξεθέμεθα διὰ τῶν ἡμίσεων ἀκοντιστῶν πασῶν τῶν ταξιαρχιῶν μὴ ὁμοῦ ἱσταμένων, ἀλλὰ κατὰ ἐ' ὁπλίτας ἑνὸς εἰσαγομένου ἀκοντισιοῦ καὶ κατὰ μέτωπον τούτοις συντατίομένου ὁ τοῦ ἀπλήκτου μεγεθύνεται τόπος· οἶδε γὰρ ὁ τῶν ὁπλιτῶν ἀριθμὸς ἐλατιοῦν καὶ αὐξάνειν τὸ ἀπλῆκτον.

[blocks in formation]

7

2 Les mss. στελέσθω, sauf Ε.

6

[blocks in formation]

ποιεῖν, πνεῖν, qui est barré de 2' main dans E; ce même mot est ajouté aussi dans M par la

[blocks in formation]

10

VI

Περὶ τῶν ιβ' ταξιαρχιῶν.

5

Εἰ δὲ δύο καὶ δέκα ταξιαρχίαι ὦσιν ἐν τῇ ἐκστρατείᾳ καὶ τούτων ἑκάστη τοὺς ἀνὰ πεντακοσίους ὁπλίτας καὶ διακοσίους ἀκοντιστὰς καὶ τριακοσίους τοξότας ἔχει, ἀποτελοῦσι μὲν καὶ αὗται τετράγωνον σχῆμα· ἕκασία δὲ τῶν πλευρῶν 5 εἰς ὀργυίας ἀνὰ ἑπτακοσίας πεντήκοντα τὸ μῆκος ἀποτείνεται, δύο ὁπλιτῶν δηλαδὴ ἱσταμένων ἑκάστῃ ὀργυίᾳ. ὁ δὲ μινσουράτωρ κατὰ τὸν δοθέντα αὐτῷ τύπον μετρεῖν ὀφείλει μετὰ τοῦ σχοινίου ἀπὸ τοῦ μέσου πρὸς ἀνατολὰς ὀργυίας τοε, ὁμοίως καὶ πρὸς δύσιν, εἶτα καὶ πρὸς ἄρκτον καὶ μεσημβρίαν τῷ αὐτῷ μέτρῳ καὶ τότε κατὰ μέσον πήξασθαι τὴν βασιλικὴν σκηνὴν, καὶ διδόναι τῷ μὲν βασιλικῷ ἀπλήκτῳ ὀργυίας σας' κατά τε εὖρος καὶ μῆκος· ὁμοίως καὶ τοῖς λοιποῖς δ' μέρεσι τὸν αὐτὸν ἀποδιδότω ἀριθμόν· ν' δὲ κύκλῳ ὀργυίας ὥσπερ εἴρηται ἐν ἑκάστῳ μέρει ἀφοριζέτω τοῖς τε κενοῖς χωρίοις καὶ τοῖς τῶν πεζῶν ἀπλήκτοις καὶ τῇ ὁδῷ τῇ διακρινούσῃ τὰς τῶν ἱππέων καὶ πεζῶν σκηνάς. Δύο δὲ εἴσοδοι, ὅτε δώδεκα ταξιαρχίαι ὦσι καθ ̓ ἑκάστην πλευρὰν ἀπὸ τοῦ 15 χάρακος εἰσίτωσαν, καὶ ἡ μὲν ἐξ ἀνατολῶν ἢ καὶ βορειοτέρα κατέναντι τῆς τοῦ πρώτου βεστιαρίου σκηνῆς μέχρι τοῦ κενοῦ χωρίου τῆς κόρτης φθάζουσα στα ται, ἐπιμιγνυμένη τῇ ἀπὸ ἄρκτου ἐρχομένῃ ἀνατολικωτέρᾳ καὶ δημοσίᾳ ὁδῷ· ὁμοίως δὲ καὶ αἱ λοιπαὶ δεξιαὶ ὁδοὶ, ἥ τε ἀνατολικὴ καὶ νότιος ἐξ ἐναντίας τῆς τοῦ ἐπὶ τῆς τραπέζης σκηνῆς ἐπιμίγνυται παρόμοιον δὲ καὶ αἱ δυτικαὶ ταῖς δυσὶ πλαγίοις· ὧδε ἐννοοῦνται γαμματοειδῶς, καθὼς ἡ ἐκτεθεῖσα ἱστορία περὶ τούτων καὶ περὶ τῶν λοιπῶν ἀναδιδάσκει. Μέσον δὲ τῶν δύο δημοσίων ὁδῶν τῶν ἐν ἑκάστῳ πλευρῷ ἀποκεκριμένων, ὁδὸς ἀφοριζέσθω στενὴ ° δύο ὀργυίας εὖρος ἔχουσα καὶ τεμνέτω τὰ τῶν ἱππέων ἀπλῆκτα καὶ ἄχρι τῆς κόρτης ἀπευθυνομένη εἰς αὐτὴν ἀποληγέτω, ἵνα εὐχερῶς καὶ ἀκόπως πρὸς τὴν κόρτην συνέρχωνται 25 ἕκαστοι εἰς τὰς τεταγμένας αὐτῶν διακονίας. Επεὶ δὲ ἡ τῶν τόπων ἀνεπιτη

20

2

3

* Mss ταξιάρχων, sauf Ε ταξιαρχῶν. — * Les mots ὁπλίτας. . . . . τριακοσίους, qui manquent au texte, ont été rétablis en marge par la 2° main dans M. Les mots πρὸς ἄρκτον . . . . .καὶ τότε sont donnés seulement E. 4 σκευὴν Κ. par 5 Les mots ἀπλήκτοις. . . καὶ πεζῶν, qui manquent au texte, ont été ajoutés en marge par la 2' main dans M. — * ἐπιμιγυμένη Κ. –

--

6

[blocks in formation]
[ocr errors]

9

ὁ δὲ les mss. ἐννοῦνται, 1'' main ; ἑννοῦνται, 2° main, M. E a deux fois le mot στενή.

[merged small][ocr errors][merged small]
[ocr errors][merged small][merged small]

7

6

3

δειότης οὐ συγχωρεῖ πολλάκις τὸ ἀπλῆκτον γενέσθαι τετράγωνον (ὑπεσχόμεθα δὲ ἀνωτέρω περὶ τῶν στενῶν καὶ ἀνεπιτηδείων τόπων ἐκθέσθαι πῶς δεῖ τὸ ἀπλῆκτον ἑτέρως ἐν αὐτοῖς σχηματίζεσθαι), λέγωμεν ὅτι πολλάκις ἑτερόμηκες, εἴτε καὶ τρίγωνον ἢ στρογγύλον πρὸς τὴν κατεπείγουσαν χρείαν 5 καὶ τὴν τοῦ τόπου θέσιν ἀποτελεῖται. Εἰ δὲ ἔτι ὁ τόπος στενόν παντελῶς καὶ ἐπίμηκες αὐτὸ ποιεῖ, ἔστι δὲ καὶ ὑπερκείμενον ἐκ τοῦ σύνεγγυς ὄρος 5, εἰ μὲν τὰ ἐξ αὐτοῦ πεμπόμενα βέλη φθάζουσι τὸ ἀπλῆκτον, εἰ τάχα καὶ ἔνδον τοῦ χάρακος εἰς τὸ κενὸν πίπτουσι χωρίον, δύναται τὸ στρατόπεδον ἐξ ἀνάγκης τοῦ ἀπλήκτου διατεθέντος πρὸς τὴν θέσιν τοῦ τόπου μίαν νύκτα εἰς ἐκεῖνον 1ο τὸν ἐπισφαλῆ τόπον στῆναι πλὴν κατοχυρούσθω τὸ ὕποπτον μέρος διὰ πλειόνων ὁπλιτῶν καὶ ψιλῶν, ἵν ̓ εἴ ποτε οἱ πολέμιοι ἐπιδραμόντες τῷ τοιούτῳ τόπῳ ποιήσαιεν νυκτοπόλεμον, οἱ τοῦ χάρακος ἀσθενεῖς μὴ εὑρεθῶσι καὶ ἀπαράσκευοι. Εἰ δὲ τὰ βέλη εἰς τὰς σκηνὰς εὐχερῶς ἐμπίπτειν δύνανται, ἀποφεύγειν δεῖ τοῦ μὴ ἀπληκεύειν εἰς τοὺς τοιούτους τόπους. Πολλὰ γὰρ τῶν στρα15 τοπέδων νυκτὸς τῷ τοιούτῳ τρόπῳ ἀπώλοντο. Διὰ τοῦτο χρεία ἐστὶν ἐρευνᾶν, ἐρωτᾶν, προμελετᾶν καὶ συμβουλεύεσθαι μετὰ δουκατόρων ἐμπείρων, καὶ ἐὰν εὑρίσκηται τόπος ἐπιτηδειότερος, εἰ τάχα καὶ μήκοθέν ἐστι, κινείτω καὶ πρό τῆς αὐγῆς τὸ στρατόπεδον καὶ μικρὸν παρεσπορευέτω " ἕως ἂν φθάσῃ εἰς τὸν ἐπιτήδειον τόπον, πλὴν μετὰ τῆς καθηκούσης φυλακῆς καὶ ἀσφαλείας ποιείσθω 20 τῶν ὁδοιπορίαν· τοῦτο δὲ τάχα γενήσεται πολεμίων ἐφόδου μὴ ὑφορωμένης ἐν αὐτῇ τῇ ἡμέρᾳ· εἰ δὲ πολέμιοι προσδοκῶνται ἐν στενοῖς καὶ δυσβάτοις τόποις, νυκτὸς ὁδοιπορεῖν οὐ συμφέρον. Κρεῖττον 12 γὰρ εἰς τὸν 3 πλησιέστερον καὶ ἐπισφαλῆ ἀπληκεύειν ἐν ἡμέρᾳ τόπον καὶ δύναμιν πεζικὴν ἀποστέλλειν τοξοτῶν καὶ ἀκοντισιῶν πρὸς τὸ ἀνερευνήσασθαι καὶ κατασχεῖν τοὺς ἐπισφαλεῖς 15 καὶ δασεῖς τε καὶ δυσκόλους τόπους ἐκείνους καὶ παντοίως μηχανᾶσθαι καὶ ἀσφαλίζεσθαι κατ' αὐτὴν τὴν νύκτα 15 μὴ ἐναντίον τι συμβῆναι τῇ στρατιᾷ.

14

16

[ocr errors]

5

πάντη ΕΜ. όρους corrigé de όρος dans M. — * κατοχυρούσθω ΕΜ, κατωχειρούσθω Κ. — ' ποιήσειεν 1" main, ποιήσαιεν

6

7

1

Cf. 80, 1. 4.
p.

· δὲ Μ.

3 Les mss. λέγομεν.

4

8

--

πολλαὶ Κ.

9

[blocks in formation]
[blocks in formation]
[blocks in formation]

2° main dans M.

de M. 12 πλεῖστον Κ.

14 αὐτῶν Μ.

« PrécédentContinuer »