Images de page
PDF
ePub

ΑΙΣΧΥΛΟΥ

ΕΥΜΕΝΙΔΕΣ

ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ

ΠΥΘΙΑΣ ΠΡΟΦΗΤΗΣ.

ΑΠΟΛΛΩΝ.

ΟΡΕΣΤΗΣ.

ΚΛΥΤΑΙΜΝΗΣΤΡΑΣ ΕΙΔΩΛΟΝ.

ΧΟΡΟΣ ΕΥΜΕΝΙΔΩΝ.

ΑΘΗΝΑ.

ΠΡΟΠΟΜΠΟΙ (ΔΙΚΑΣΤΑΙ).

*EPMHE.

*KHPYE.

ΠΡΟΦΗΤΙΣ

Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν
τὴν πρωτόμαντιν Γαῖαν. ἐκ δὲ τῆς Θέμιν,
ἢ δὴ τὸ μητρὸς δευτέρα τόδ ̓ ἕζετο
μαντεῖον, ὡς λόγος τις. ἐν δὲ τῷ τρίτῳ
λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,
Τιτανὶς ἄλλη παῖς χθονὸς καθέζετο
Φοίβη, δίδωσιν ἢ γενέθλιον δόσιν
Φοίβῳ· τὸ Φοίβης δ ̓ ὄνομ ̓ ἔχει παρώνυμον.
λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,
κέλσας ἐπ ̓ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,
ἐς τήνδε γαῖαν ἦλθε Παρνησσοῦ θ ̓ ἕδρας.
πέμπουσι δ ̓ αὐτὸν καὶ σεβίζουσιν μέγα
κελευθοποιοὶ παῖδες Ηφαίστου, χθόνα
ἀνήμερον τιθέντες ἡμερωμένην.
μολόντα δ ̓ αὐτὸν κάρτα τιμαλφεῖ λεως
Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ,
τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
ΐζει τέταρτον τόνδε μάντιν ἐν χρόνοις·
Διὸς προφήτης δ ̓ ἐστὶ Λοξίας πατρός.
τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.
Παλλὰς προνάα δ ̓ ἐν λόγοις πρεσβεύεται·

[merged small][merged small][merged small][ocr errors]

23

DIND.

σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα κοίλη, φίλορνις, δαιμόνων ἀναστροφαί Βρόμιος ἔχει τε χῶρον, οὐδ ̓ ἀμνημονώ, (25) ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός, λαγώ δίκην Πενθεῖ καταρράψας μόρον Πλείστου τε πηγὰς καὶ Ποσειδῶνος κράτος καλοῦσα καὶ τέλειον ὕψιστον Δία, ἔπειτα μάντις εἰς θρόνους καθιζάνω. καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ ἄριστα δοῖεν. κεὶ ̔πάρ ̓ Ἑλλήνων τινές, ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται. μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.

30

(30)

35 Η δεινὰ λέξαι, δεινὰ δ ̓ ὀφθαλμοῖς δρακεῖν (35) πάλιν μ' ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου, ὡς μήτε σωκεῖν μηδέ μ' ἀκταίνειν στάσιν, τρέχω δὲ χερσίν, οὐ ποδωκία σκελών.

δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν. 40 ἐγὼ μὲν ἕρπω πρὸς πολυστερῆ μυχόν, (40) ὁρῶ δ ̓ ἐπ' ἐμφαλῷ μὲν ἄνδρα θεομυσῆ ἕδραν ἔχοντα προστρόπαιον, αἵματι στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος ἔχοντ ̓ ἐλαίας θ ̓ ὑψιγέννητον κλάδον, 45 λήνει μεγιστοσωφρόνως ἐστεμμένον, (45) ἀργῆτι μαλλῷ, τῇδε γὰρ τρανῶς ἐρῶ. πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος. οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω· οὐδ ̓ αὖτε Γοργείοισιν εἰκάσω τύποις.

50

†εἶδον πότ ̓ ἤδη Φινέως *γεγραμμένας
δεῖπνον φερούσας. ἄπτεροί γε μὴν ἰδεῖν
αὗται, μέλαιναι δ ̓ ἐς τὸ πᾶν, βδελύκτροποι.
ρέγκουσι δ ̓ οὐ πλατοῖσι φυσιάμασιν,
ἐκ δ ̓ ὀμμάτων λείβουσι δυσφιλῆ δύαν·
καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
φέρειν δίκαιος οὔτ ̓ ἐς ἀνθρώπων στέγας.
τὸ φῦλον οὐκ ὄπωπα τῆσδ ̓ ὁμιλίας,
οὐδ ̓ ἥτις αἷα τοῦτ ̓ ἐπεύχεται γένος
τρέφουσ ̓ ἀνατεὶ μὴ μεταστένειν πόνον.
τἀντεῦθεν ἤδη τῶνδε δεσπότη δόμων
αὐτῷ μελέσθω Λοξία μεγασθενεῖ.
ἰατρόμαντις δ ̓ ἐστὶ καὶ τερασκόπος
καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.

[merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small]

ΑΠΟΛΛΩΝ

Οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ,
ἐγγὺς παρεστὼς καὶ πρόσωθ ̓ ἀποστατῶν,
ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς
+
†ὕπνῳ ἐπεσοῦσαι δ' αἱ κατάπτυστοι κόραι,
*Γραίας παλαιαὶ παῖδες, αἷς οὐ μίγνυται
θεῶν τις οὐδ ̓ ἄνθρωπος οὐδὲ θήρ ποτε.
κακῶν δ ̓ ἕκατι κἀγένοντ ̓· ἐπεὶ κακὸν
σκότον νέμονται Τάρταρον θ ̓ ὑπὸ χθονός,
μισήματ ̓ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένη.
ἐλῶσι γάρ σε καὶ δι' ἠπείρου μακρᾶς

[blocks in formation]
« PrécédentContinuer »