Images de page
PDF
ePub

γε καὶ ἀληθῶς γένος εἰς ἀρχὰς ἔλθῃ τὰς πολιτικὰς, ὴ τὸ τῶν δυναστευόντων ἐν ταῖς πόλεσιν, ἔκ τινος μοίρας θείας, ὄντως φιλοσοφήσῃ.

EPIST. VII.

POST LIBERTATEM NIMIAM TYRANNU S.

Φένε δὴ, τίς τρόπος τυραννίδος γίγνεται; ὅτι μὲν γὰρ ἐκ δημοκρατίας μεταβάλλει, σχεδὸν δῆλον. Ἆρ ̓ οὖν τρόπον τινὰ τὸν αὐτὸν ἔκ τε ὀλιγαρχίας δημοκρατία γίγνεται, καὶ ἐκ δημοκρατίας τυραννίς; Ὃ προὔθετο ἀγαθὸν, καὶ δι ̓ οὗ ἡ ὀλιγαρχία καθίστατο (τοῦτο δ ̓ ἦν γίγνεσθαι ὑπέρπλουτος), ἡ πλούτου τοίνυν ἀπληστία, καὶ ἡ τῶν ἄλλων ἀμέλεια διὰ χρηματισμὸν, αὐτὴν ἀπόλλυσιν· ἆρ ̓ οὖν καὶ ὃ δημοκρατία ὁρίζεται ἀγαθὸν, ἡ τούτου ἀπληστία καὶ ταύτην καταλύει; Τὴν ἐλευθερίαν λέγω.

Τοῦτο γάρ που ἐν δημοκρατουμένῃ πόλει ἀκούσαις ἂν ὡς ἔχει τε κάλλιστον, καὶ διὰ ταύτην ἐν μόνῃ ταύτῃ ἄξιον οἰκεῖν, ὅςτις φύσει ἐλεύθερος. Ἆρ ̓ οὖν, ὅπερ ᾖα νῦν δὴ ἐρῶν, ἡ τοῦ τοιούτου ἀπληστία, καὶ ἡ τῶν ἄλ λων ἀμέλεια, καὶ ταύτην τὴν πολιτείαν μεθίστησί τε καὶ παρασκευάζει τυραννίδος δεηθῆναι ;

Ὅταν, οἶμαι, δημοκρατουμένη πόλις, ἐλευθερίας διψήσασα, κακῶν οἰνοχόων προστατούντων τύχῃ, καὶ ποῤῥωτέρω τοῦ δέοντος ἀκράτου αὐτῆς μεθυσθῇ, τοὺς

terre ne cesseront pas, si les vrais philosophes n'entrent un jour dans le gouvernement, ou si les maîtres du pouvoir, par une destinée divine, ne sont euxmêmes vrais philosophes.

LETTRE VII.

PASSAGE DE LA DÉMOCRATIE AU DESPOTISME.

C'EST presque toujours du gouvernement populaire que se forme le despotisme, et le passage de l'un à l'autre est à peu près le même que celui de l'oligarchie à la démocratie. Comme l'oligarchie, dont la suprématie de quelques riches est le principe et le but, s'anéantit par l'insatiable besoin de l'opulence, qui fait négliger tout le reste; ainsi la démocratie, trop jalouse de ce qu'elle nomme son bien suprême, en devient la victime: elle succombe sous la liberté.

Que disent, en effet, des républicains? <«< La liberté est le plus beau trésor de l'homme, et quiconque est né pour être libre, doit rougir d'une patrie qui ne l'est pas. » Mais cet amour de l'indépendance, indifférent pour tout ce qui ne flatte point son délire, bouleverse la nation, et la jette bientôt dans les bras d'un tyran. Voyons comment le tyran s'élève.

Dès qu'une fois un Etat devenu démocratique, brûlant de cette soif de liberté, a trouvé dans ses magistrats des échansons imprudens, qui lui ont

ἄρχοντας δή, ἂν μὴ πάνυ πρᾷοι ὦσι καὶ πολλὴν παμέ χωσι τὴν ἐλευθερίαν, κολάζει αἰτιωμένη ὡς μιαρούς τε καὶ ὀλιγαρχικούς. Τοὺς δέ γε τῶν ἀρχόντων κατηκόους προπηλακίζει, ὡς ἐθελοδούλους τε καὶ οὐδὲν ὄντας· τοὺς δὲ ἄρχοντας μὲν ἀρχομένοις, ἀρχομένους δὲ ἄρχουσιν ὁμοίους ἰδίᾳ τε καὶ δημοσίᾳ ἐπαινεῖ τε καὶ τιμᾷ. Ἆρ οὐκ ἀνάγκη ἐν τοιαύτῃ πόλει ἐπὶ πᾶν τὸ τῆς ἐλευθερίας ἰέναι; καὶ καταδύεσθαί γε εἴς τε τὰς ἰδίας οἰκίας, καὶ τελευτᾷν μέχρι τῶν θηρίων τὴν ἀναρχίαν ἐμφυομένην ; Οἷον, πατέρα μὲν ἐθίζεσθαι παιδὶ ὅμοιον γίγνεσθαι, καὶ φοβεῖσθαι τοὺς υἱεῖς· υἱὸν δὲ πατρὶ, καὶ μήτε αἰσχύνεσθαι, μήτε δεδιέναι τοὺς γονέας, ἵνα δὴ ἐλεύθερος ᾖ μέτοικον δὲ ἀστῷ καὶ ἀστὸν μετοίκῳ ἐξισοῦσθαι, καὶ ξένον ὡσαύτως. Ταῦτά τε καὶ σμικρὰ τοιάδε ἄλλα γίγνεται· διδάσκαλός τε ἐν τῷ τοιούτῳ φοιτητὰς φοβεῖται καὶ θωπεύει, φοιτηταί τε διδασκάλων ὀλιγωροῦσιν, οὕτω δὲ καὶ παιδαγωγῶν· καὶ ὅλως οἱ μὲν νέοι πρεσβυτέροις ἀπεικάζονται καὶ διαμιλλῶνται καὶ ἐν λόγοις καὶ ἐν ἔργοις· οἱ δὲ γέροντες, ξυγκαθίζοντες τοῖς νέοις, εὐτραπελίας τε καὶ χαριεντισμοῦ ἐμπίπλανται, μιμούμενοι τοὺς νέους, ἵνα δὴ μὴ δοκῶσιν ἀηδεῖς εἶναι, μηδὲ δεσποτικοί. Τὸ δέ γ ̓ ἔσχατον τῆς ἐλευθερίας τοῦ πλήθους, ὅσον γίγνεται ἐν τῇ τοιαύτῃ πόλει, ὅταν δὴ οἱ ἐωνημένοι καὶ αἱ ἐωνημέναι μηδὲν ἧττον ἐλεύθεροι ὦσι τῶν πριαμένων· ἐν γυναιξὶ δὲ πρὸς ἄν· δρας, καὶ ἀνδράσι πρὸς γυναῖκας, ὅση ἡ ἰσονομία καὶ ἐλευθερία γίγνεται, ὀλίγου ἐπελαθόμεθ ̓ εἰπεῖν.

[ocr errors]
[ocr errors]

versé toute pure la liqueur fatale dont il s'est enivré; alors, s'il ne sont pas toujours faibles, s'ils n'offrent pas au peuple la liberté à pleine coupe, le peuple les accuse et les châtie comme des traîtres qui aspirent à le gouverner. Ose-t-on leur obéir encore, on est méprisé comme un ami de la servitude, dont le sort est de ramper sous un maître ; il faut s'assimiler partout à des inférieurs, rivaliser avec des supérieurs, pour être loué, pour être honoré. Est-il possible qu'une telle république ne se précipite pas dans toutes les folies de l'indépendance? Je vois déjà l'intérieur des familles en proie à cette insolente égalité; tout, jusqu'aux animaux, semble respirer l'anarchie. Déjà le père s'accoutume à regarder et à respecter son fils comme son égal ; le fils, à ne plus l'honorer ni le craindre, pour dire, Je suis libre ; les anciens et les nouveaux venus, à confondre tous les droits; les étrangers même, à s'égaler aux citoyens. Mais descendons jusqu'aux moindres rap-ports de la société : voilà le précepteur qui craint et

[ocr errors]
[ocr errors]

flatte son dissiple, et le disciple qui méprise son gouverneur et son maître; voilà les jeunes gens qui marchent de pair avec les vieillards, qui agissent, qui parlent comme eux ; et les vieillards qui, redevenus jeunes, affectent les grâces et la frivolité, toujours en garde contre un air morose et despotique. Enfin, ce qui me semble le dernier excès de la liberté dans tous les rangs, les esclaves des deux sexes ne sont pas moins libres que celui qui les achète car les femmes aussi veulent être libres; l'égalité est aussi "pour les femmes ; je l'avais presque oublié

Οὔκουν, κατ ̓ Αἰσχύλον, ἐροῦμεν ὅ τι νῦν ἦλθ ̓ ἐπὶ στόμα; Πάνυ γε, καὶ ἔγωγε οὕτω λέγω· τὸ μὲν γὰρ τῶν θηρίων τῶν ὑπὸ τοῖς ἀνθρώποις, ὅσῳ ἐλευθερώτερά ἐστιν ἐν ταύτῃ ἢ ἐν ἄλλῃ, οὐκ ἄν τις πείθοιτο ἄπειρος· ἀτεχνῶς γὰρ αἵ τε κύνες, κατὰ τὴν παροιμίαν οἷαί περ αἱ δέσποιναι· γίγνονταί τε δὴ καὶ ἵπποι καὶ ὄνοι πάνυ ἐλευθέρως καὶ σεμνῶς, εἰθισμένοι πορεύεσθαι κατὰ τὰς ὁδοὺς ἐμβάλλοντες τῷ ἀεὶ ἀπαντῶντι, ἐὰν μὴ ἐξίστηται. Καὶ τἄλλα πάντα οὕτω μεστὰ ἐλευθερίας γίγνεται. Τὸ δὲ δὴ κεφάλαιον πάντων τούτων ξυναθροισμένων ἐννοεῖς; ὡς ἁπαλὴν τὴν ψυχὴν τῶν πολιτῶν ποιεῖ, ὥςτε, κἂν ὁτιοῦν δουλείας τὶς προσφέρηται, ἀγανακτεῖν καὶ μὴ ἀνέχεσθαι. Τελευτῶντες γάρ που οἶσθ ̓ ὅτι οὐδὲ τῶν νόμων φροντίζουσι γεγραμμένων, ἢ ἀγράφων, ἵνα δὴ μηδαμῆ μηδεὶς αὐτοῖς ᾖ δεσπότης·

Αὕτη μὲν τοίνυν ἡ ἀρχὴ οὑτωσὶ καλὴ καὶ νεανικὴ, ὅθεν τυραννὶς φύεται, ὡς ἐμοὶ δοκεῖ. Ταυτὸν, ὅπερ ἐν τῇ ὀλιγαρχίᾳ νόσημα ἐγγενόμενον ἀπώλεσεν αὐτὴν, τοῦτο καὶ ἐν ταύτῃ πλέον τε καὶ ἰσχυρότερον ἐκ τῆς ἐξουσίας ἐγγενόμενον, καταδουλοῦται δημοκρατίαν· καὶ τῷ ὄντι τὸ ἄγαν τὶ ποιεῖν μεγάλην φιλεῖ εἰς τοὐναντίον μεταβολὴν ἀνταποδιδόναι ἐν ὥραις τε καὶ ἐν φυτοῖς καὶ ἐν σώμασι, καὶ δὴ καὶ ἐν πολιτείαις οὐχ ἥκιστα. Ἡ γὰρ ἄγαν ἐλευθερία ἔοικεν οὐκ εἰς ἄλλο τι, ἢ εἰς ἄγαν δουλείαν μεταβάλλειν καὶ ἰδιώτῃ καὶ πόλει. Εἰκότως τοίνυν οὐκ ἐξ ἄλλης πολιτείας τυραννὶς καθίσταται, ἢ ἐκ δημοκρατίας· ἔξ, οἶμαι, τῆς ἀκροτάτης ἐλευθερίας, δουλεία πλείστη τε καὶ ἀγριωτάτη.

Ἀλλ ̓ οὐ τοῦτ ̓, οἶμαι, ἠρώτας, ἀλλὰ ποῖον νόσημα ἐν ὀλιγαρχίᾳ τε φυόμενον ταυτὸν καὶ ἐν δημοκρατίᾳ δουλοῦ

1

« PrécédentContinuer »