Ἐξηγηταί· τρεῖς γίνονται Πυθόχρηστοι, οἷς μέλει καθαίρειν τοὺς ἄγει τινὶ ἐνισχηθέντας. Ἐξωμοσία· ἔνορκος παραίτησις δι ̓ εὔλογον αἰτίαν. Ἐρίῳ στέψαντες· στέμμα περιθέντες. Ερμαιον· εὕρεμα· ἀπὸ τοῦ ἐν ἔθει λεγομένου, Κοινὸς Ἑρμῆς. Εῤῥε· φθείρου, ἀπαλλάττου. Εὐθύναι· δίκαι κατὰ τῶν ἀρξάντων κακῶς. Εὐκταῖον, ἑνικῶς παρ ̓ οὐδενὶ τῶν παλαιῶν, εἰ μὴ παρὰ Πλάτωνι ἐν Νόμοις. Εὐλαβεῖσθαι· ἀντὶ τοῦ φοβεῖσθαι καὶ φυλάττεσθαι. Εὔμορφον παρ ̓ οὐδενὶ εὗρον, ἀλλ ̓ εὐπρεπῆ· εὐμορφία, παρὰ Z. Ζηλῶ, καὶ παραζηλῶ, ̓Αττικῶς· ζηλοτυπῶ, Ἑλληνικῶς. Ἡβᾷν· ἀκμάζειν. Η. 'Ηδῦναι, ̓Αττικῶς· ἀρτῦσαι, Ἑλληνικῶς. Ηκιστα· οὐ πάνυ, οὐδαμῶς. Ηλίθιον, ̓Αττικῶς· εἰκαῖον, ἀνόητον, Ἑλληνικῶς. Ημελλον, ἠβουλόμην, ἠδυνάμην, ηὐξάμην, διὰ τοῦ n, ̓Αττικοί· διὰ δὲ τοῦ ε, Ἕλληνες. Ηπου· ἄραγε, μονονουχὶ, αὐτίκα μάλα. Θ. Θαμὰ, ̓Αττικοί· πυκνῶς, Ελληνες. Θαύματα· νευροσπάσματα. Θῶπες· οἱ μετὰ ψεύδους καὶ θαυμασμοῦ τινὶ προσιόντες ἐπὶ κολακείᾳ. Ἴδιον· ἰδιωτικόν. I. Ικταρ, Πλάτωνος Πολιτείᾳ· οὐδὲ ἔκταρ βάλλει, ὅπερ ἐστὶν, οὐδὲ ἐγγὺς τοῦ σκόπου γίνεται. Εἴρηται δὲ παρὰ τὸ ἐφ ικνεῖσθαι. Ιλιγγιᾷν· τὸ ἐσκοτῶσθαι καὶ δοκεῖν περιφέρεσθαι, κύκλῳ συστρέφεσθαι. Ἴσχειν, ̓Αττικῶς· ἔχειν, Ἑλληνικῶς. Κάκη· ἡ κακία, ὡς Πλάνη καὶ Ζάλη. Κερασβόλον· ἄτηκτον, καὶ μὴ εἶκον παιδείᾳ, ἀλλ ̓ ἀπηνὲς ὄν· εἴρηται δὲ ἀπὸ τῶν σπερμάτων, ἅτινα, κατὰ τῶν κεράτων βαλλόμενα, ἄτηκτα καὶ ἀνέψητα μένει. Κίβδηλος· οὐκ ὑγιὴς τὸν τρόπον, δοκῶν δὲ ὑγιής. Κίβδηλον οἱονεὶ κρύβδηλόν τι ὄν. Κινδυνεύει· ἐγγίζει. Κλᾴειν καὶ κάειν, ̓Αττικά· κλαίειν δὲ καὶ καίειν, κοινά. Κλῆρός ἐστι κτημάτων οὐσία τις, ἢ λαχμὸς, ἢ μέτρον τι γῆς, ὅθεν καὶ κληροῦχοι οἱ ταῦτα κατέχοντες. Κνισσᾷν, τὸ θύειν, ̓Αττικῶς. Κομιδῆ· τελέως. Κομψεία· ποικίλη λαλιὰ καὶ πανουργία· σημαίνει δὲ καὶ τὸ σπουδαῖον καὶ ἀγαθόν. Κορυβαντιᾷν· παρεμμαίνεσθαι, καὶ ἐνθουσιαστικῶς κινεῖσθαι. Κωμῳδεῖν· σκώπτειν. Λ. Λαχεῖν δίκην· γράψασθαι, δικάσασθαι, ἔγκλημα ἀποδιδόναι. Λαγχάνω δίκην τῷ δεῖνι ἤγουν κρίσιν ̓Αττικοὶ λέγουσιν, οὐκ ἐπιφέρω· διὰ κλήρου γὰρ τὰς δίκας ἐποίουν. Λήξεις δικῶν. Δίκης μὲν λῆξις εἴη ἄν, ὁ νῦν καλούμενος τύπος τὸ δὲ ἰδιωτικῶς, ἀμφισβήτημα· ἀνεκρίνοντο δὲ τὰς λήξεις οἱ ἄρχοντες. Λυσιτελὲς καὶ λυσιτελεῖν· οὐ λυσιτέλεια, ὠφέλεια δέ, Ξύμμαχος· σύμμαχος. (Κ. τ. λ. ̓Αττικῶς.) 0. Οἶμαι, οἴομαι, ̓Αττικῶς· νομίζω, Ἑλληνικῶς. Οἰστρᾷ· συντόνως καὶ μανικῶς κινεῖται. Οκνεῖ· εὐλαβῶς ἔχει. Ολλύασιν, ὀμνύασιν, ̓Αττικῶς· ὀλλύουσιν, ὀμνύουσιν, Ἕλληνες. Ολυμπία, τόπος τις κατὰ τὴν Πελοπόννησον, ἐν Πίση, πόλει τῆς Ηλιδος χώρας. Ὀμνῦναι, ̓Αττικῶς· ὀμνύειν, Ἑλληνικῶς. Ομόγνιοι θεοί· ὅσοι συγγενεῖς κοινῶς ὀργιάζουσιν. Ομόρξασθαι, ἐξομόρξασθαι, ̓Αττικῶς· ἐκμάξασθαι, Ἑλληνικῶς. Οργιάζων· θύων, ἐπιτελῶν. Οὐκ ἐτός· οὐκ ἐτωσίως, οὐ ματαίως, οὐκ ἀλόγως. Οφλειν· ἡττᾶσθαι ἐπὶ δικαστηρίῳ. Ὤφειλε δίκην λέγουσιν, ἀντὶ ἡττήθη δίκην· καὶ ἡττηθεὶς, τὸ ἐκ τῆς καταδίκης ἐπιτίμιον ὀφείλων. II. Παιών· ᾠδὴ ἐπ ̓ εὐτυχίᾳ, ἀλαλαγμὸς ἐπινίκιος. Παράστασις· στάσις παρὰ τινὰ ἄτιμος· γίνεται δὲ ἐπὶ τῶν χρεωφειλετῶν. Πεττία· ἡ διὰ ψήφων παιδιά· ἔστι δ' ὅτι καὶ γεωμετρίαν λέγει. Πῆ, ποῖ, ̓Αττικῶς· ποῦ, κοινόν. Πλέθρον· ἕκτον μέρος σταδίου. Πλημμέλεια· πολλὴ ἀμέλεια. Πλημμελεῖν· ἁμαρτάνειν. P. Ῥᾷον· συγκριτικὸν πρὸς ἕτερον. Τᾴδιον· ἀπόλυτον καθ ̓ αὐτό. Ῥᾷστον· ὑπερθετικόν. Ταψῳδοί· ὑποκριταὶ ἐπῶν. Σ. Σηκός· ἔπαυλις τριγχῷ περιεχομένη. Στρατεία· ἡ ἐνέργεια, καὶ ὥσπερ πάλη. Στρατιά· τὸ τῶν στρατιωτῶν ὑπὸ ἕνα ἔπαρχον τάγμα. Στρατόπεδον· λέγεται καὶ τὸ πλῆθος τῶν στρατιωτῶν· λέγεται δὲ καὶ τόπος ἐν ᾧ ἀθροίζεσθαι αὐτοὺς ἐπιτήδειον. Στρωματόδεσμος, ̓Αττικῶς· στρωματεὺς, Ἑλληνικῶς. Συγγενήσεσιν, ἀντὶ συνουσίαις, ὡς Πλάτων ἐν Νόμοις· παρ' ἄλλῳ οὐχ εὗρον. Συκοφάντης λέγεται ὁ ψευδῶς τί τινος κατηγορῶν κεκλῆσθαι οὕτω, παρ ̓ ̓Αθηναίοις πρῶτον εὑρεθέντος τοῦ φυτοῦ τῆς συκῆς, καὶ διὰ τοῦτο κωλυόντων ἐξάγειν τὰ σῦκα· τῶν δὲ φαινόντων τοὺς ἐξάγοντας Συκοφαντῶν κληθέντων, συνέβη καὶ τοὺς ὁπωσοῦν κατηγοροῦντας τινῶν φιλαπεχθημόνως οὕτω προσαγορευθῆναι. Συχνά· πυκνὰ, συνεχῇ, πολλά. Σφαδάζειν· δυσανασχετεῖν μετὰ τινὸς ὥσπερ σπασμοῦ, δυσθα νατεῖν. Σφενδόνη· ἡ τοῦ δακτυλίου περιφέρεια· τὸ σφραγιδοφυλάκιον. Τ. Ταυτὸν, ̓Αττικῶς· τὸ αὐτὸ, ̔́Ελληνες. Τάχιον οὐ λέγεται παρ' ̓Αττικοῖς, ἀλλὰ θᾶττον. Τέγγων· μαλάττων, βρέχων. Τέγγεσθαι· εἴκειν, ἐνδιδόναι, ὡς νῦν βρέχεσθαι. Τειχίον, τὸ τῆς οἰκίας· τεῖχος, τὸ τῆς πόλεως. Τί μήν; κατάφασιν δηλοῖ, ἀντὶ οὗ, πῶς γὰρ οὔ; ἢ, διὰ τί γὰρ οὔ; Υ. Ὑγίεια, ̓Αττικῶς· ὑγεία, Ἑλληνικῶς. Ὕθλος· φλυαρία, λῆρος. Ὑπάγειν· εἰς δίκην ἐνάγειν. Φ. Φάναι· ἐν αὑτῷ ὑπολαμβάνειν. Τὸ δὲ Λέγειν· ἑτέρῳ δηλοῦν. Φαῦλον, σημαίνει τὸ κακὸν καὶ τὸ εὐτελές· φλαῦρον δὲ, μόνον τὸ κακόν. Φίλεῖ· ὅπερ φιλεῖ γίνεσθαι, ̓Αττικῶς. Φλυαρία παρὰ Πλάτωνι πανταχῆ πᾶν τὸ περιττὸν, εἴτ ̓ ἐν λόγοις, εἴτ ̓ ἐν πράγμασι. Φοιτᾷ, παραγίνεται. Φοιτητήν· τὸν μαθητὴν, ἢ τὸν παραγινόμενον, ̓Αττικῶς. X. Χάριν σοὶ ἔχω, ἀντὶ οἶδά σοι, Πλάτων. Χρεὼν, χρῆναι, χρείη, χρήσθων, πάντα ̓Αττικῶς. Χρήματα καὶ τὰ πράγματα καὶ τὰ ἀργύρια λέγουσιν Ἕλληνες μόνως δὲ τὰ χρήματα, πράγματα, Αττικῶς. Ὧδε, κοινὸν Ἰώνων καὶ ̓Αττικῶν· οὕτως, Ἕλληνες. ΤΕΛ Ο Σ. |