Images de page
PDF
ePub

Ἐξηγηταί· τρεῖς γίνονται Πυθόχρηστοι, οἷς μέλει καθαίρειν τοὺς

ἄγει τινὶ ἐνισχηθέντας.

Εξωμοσία· ἔνορκος παραίτησις δι' εὔλογον αἰτίαν.

Ἐρίῳ στέψαντες· στέμμα περιθέντες.

Έρμαιον· εὕρεμα· ἀπὸ τοῦ ἐν ἔθει λεγομένου, Κοινὸς Ἑρμῆς. Εῤῥε· φθείρου, ἀπαλλάττου.

Εὐθύναι· δίκαι κατὰ τῶν ἀρξάντων κακῶς.

Εὐκταῖον, ἑνικῶς παρ ̓ οὐδενὶ τῶν παλαιῶν, εἰ μὴ παρὰ Πλάτωνι ἐν Νόμοις.

Εὐλαβεῖσθαι· ἀντὶ τοῦ φοβεῖσθαι καὶ φυλάττεσθαι.

Εὔμορφον παρ' οὐδενὶ εὗρον, ἀλλ ̓ εὐπρεπῆ· εὐμορφία, παρὰ
Πλάτωνι ἐν Νόμοις, καὶ παρὰ Ξενοφῶντι· σπάνιον δέ.
Εὐφήμει, Αττικῶς· σίγα, Ἑλληνικῶς καὶ κοινόν.
Ἔχθιστος, Αττικοί· ἐχθρότατος, Ελληνες.

Z.

Ζηλῶ, καὶ παραζηλώ, Αττικῶς - ζηλοτυπώ, Ελληνικώς.

Ἡβαν· ἀκμάζειν.

Η.

'Ηδύναι, Αττικῶς· ἀρτῦσαι, Ἑλληνικῶς.

Ηκιστα· οὐ πάνυ, οὐδαμῶς.

Ἠλίθιον, Αττικῶς· εἰκαῖον, ἀνόητον, Ἑλληνικῶς.

Η μελλον, ἠβουλόμην, ἠδυνάμην, ηὐξάμην, διὰ τοῦ η, Αττικοί

διὰ δὲ τοῦ ε, Ἕλληνες.

Ἤπου· ἄραγε, μονονουχί, αὐτίκα μάλα.

Θ.

Θαμά, Αττικοί · πυκνῶς, Ἕλληνες.

Θαύματα· νευροσπάσματα.

Θῶπες· οἱ μετὰ ψεύδους καὶ θαυμασμού τινὶ προσιόντες ἐπὶ κολακεία.

Ιδιον · ιδιωτικόν.

I.

Ικταρ, Πλάτωνος Πολιτείᾳ· οὐδὲ ἔκταρ βάλλει, ὅπερ ἐστίν,

οὐδὲ ἐγγὺς τοῦ σκόπου γίνεται. Εἴρηται δὲ παρὰ τὸ ἐφα

ικνεῖσθαι.

Ιλιγγιῶν· τὸ ἐσκοτῶσθαι καὶ δοκεῖν περιφέρεσθαι, κύκλῳ συ στρέφεσθαι.

Ἴσχειν, Αττικῶς· ἔχειν, Ἑλληνικῶς.

Κ.

Κάκη· ἡ κακία, ὡς Πλάνη καὶ Ζάλη.

Κερασβόλον· ἄτηκτον, καὶ μὴ εἶκον παιδείᾳ, ἀλλ ̓ ἀπηνὲς ἄν· εἴρηται δὲ ἀπὸ τῶν σπερμάτων, ἅτινα, κατὰ τῶν κεράτων βαλλόμενα, ἄτηκτα καὶ ἀνέψητα μένει.

Κίβδηλος· οὐκ ὑγιὴς τὸν τρόπον, δοκῶν δὲ ὑγιής. Κίβδηλον· οἱονεὶ κρύβδηλόν τε ὄν.

Κινδυνεύει· ἐγγίζει.

Κλάειν καὶ κάειν, Αττικά· κλαίειν δὲ καὶ καίειν, κοινά.

Κλῆρός ἐστι κτημάτων οὐσία τις, ἢ λαχμὸς, ἢ μέτρον τι γῆς,

ὅθεν καὶ κληροῦχοι οἱ ταῦτα κατέχοντες.

Κνισσᾶν, τὸ θύειν, Αττικῶς.

Κομιδῆ· τελέως.

Κομψεία· ποικίλη λαλιὰ καὶ πανουργία· σημαίνει δὲ καὶ τὸ σπουδαῖον καὶ ἀγαθόν.

Κορυβαντιάν παρεμμαίνεσθαι, καὶ ἐνθουσιαστικῶς κινεῖσθαι. Κωμωδεῖν· σκώπτειν.

Λ.

Λαχεῖν δίκην· γράψασθαι, δικάσασθαι, ἔγκλημα ἀποδιδόναι. Λαγχάνω δίκην τῷ δεῖνι ἤγουν κρίσιν Αττικοί λέγουσιν, οὐκ ἐπιφέρω· διὰ κλήρου γὰρ τὰς δίκας ἐποίουν.

Λήξεις δικῶν. Δίκης μὲν λῆξις εἴη ἂν, ὁ νῦν καλούμενος τύπος·

τὸ δὲ ἰδιωτικῶς, ἀμφισβήτημα· ἀνεκρίνοντο δὲ τὰς λήξεις οἱ ἄρχοντες.

Λυσιτελὲς καὶ λυσιτελεῖν· οὐ λυσιτέλεια, ὠφέλεια δέ,

Μ.

Μανόν· τὸ ἀραιόν.

Μῶν, Αττικῶς· μὴ ἄρα, Ἑλληνικῶς.

N.

Νεουργόν· νεωστὶ εἰργασμένον.
Νηῒθ, ἡ ̓Αθηνᾶ παρ ̓ Αἰγυπτίοις.
Νῦν δή· πρὸ ὀλίγου χρόνου ἡμῖν.
Νυνί· ἐν τῷ ἐνεστῶτι χρόνῳ.

Νῶϊν· ἡμῖν.

Ε.

Σύμμαχος • σύμμαχος. (Κ. τ. λ. Αττικῶς.)

0.

Οἶμαι, οἴομαι, Αττικῶς· νομίζω, Ἑλληνικῶς.

Οιστρᾷ συντόνως καὶ μανικῶς κινεῖται.

Οκνεῖ· εὐλαβῶς ἔχει.

Ὀλλύασιν, ὀμνύασιν, Αττικῶς· ὀλλύουσιν, ὀμνύουσιν, Ἕλληνες. Ολυμπία, τόπος τις κατὰ τὴν Πελοπόννησον, ἐν Πίσῃ, πόλει τῆς Ηλιδος χώρας.

Ὀμνῦναι, Αττικῶς· ὀμνύειν, Ἑλληνικῶς.

Ομόγνιοι θεοί · ὅσοι συγγενεῖς κοινῶς ὀργιάζουσιν.

Ομόρξασθαι, ἐξομόρξασθαι, Αττικῶς· ἐκμάξασθαι, Ἑλληνικῶς.
Ἐξομοργνύμενος, ἐκματτόμενος καὶ ἀποτυπούμενος.
Ομοῦ, ἅμα, ἐν τῷ αὐτῷ δηλοῖ· τὸ δὲ ὁμόσε, εἰς τὸ αὐτό· τὸ
δὲ ὁμόθεν, ἐκ τοῦ αὐτοῦ.

Οργιάζων· θύων, ἐπιτελῶν.

Οὐκ ἐτός· οὐκ ἐτωσίως, οὐ ματαίως, οὐκ ἀλόγως.

Ὄφλειν· ἡττᾶσθαι ἐπὶ δικαστηρίῳ. Ὤφειλε δίκην λέγουσιν, ἀντὶ ἡττήθη δίκην· καὶ ἡττηθεὶς, τὸ ἐκ τῆς καταδίκης ἐπιτίμιον ὀφείλων.

II.

Παιών· ᾠδὴ ἐπ ̓ εὐτυχίᾳ, ἀλαλαγμὸς ἐπινίκιος.

Παράστασις· στάσις παρὰ τινὰ ἄτιμος· γίνεται δὲ ἐπὶ τῶν χρεωφειλετῶν.

Πεττία· ἡ διὰ ψήφων παιδιά· ἔστι δ' ὅτε καὶ γεωμετρίαν λέγει. Πῆ, ποῖ, Αττικῶς· ποῦ, κοινόν.

Πλέθρον· ἔκτον μέρος σταδίου.

Πλημμέλεια· πολλὴ ἀμέλεια. Πλημμελεῖν· ἁμαρτάνειν.

Ρ.

Ῥᾷον· συγκριτικὸν πρὸς ἕτερον. Ράδιον· ἀπόλυτον καθ ̓ αὐτό. Ῥᾷστον· ὑπερθετικόν.

Ραψῳδοί· ὑποκριταὶ ἐπῶν.

Σ.

Σηκός· ἔπαυλις τριγχῷ περιεχομένη.

Στρατεία· ἡ ἐνέργεια, καὶ ὥσπερ πάλη. Στρατιά· τὸ τῶν στρατιωτῶν ὑπὸ ἕνα ἔπαρχον τάγμα.

Στρατόπεδον· λέγεται καὶ τὸ πλῆθος τῶν στρατιωτῶν· λέγεται δὲ καὶ τόπος ἐν ᾧ ἀθροίζεσθαι αὐτοὺς ἐπιτήδειον. Στρωματόδεσμος, Αττικῶς· στρωματεύς, Ἑλληνικῶς. Συγγενήσεσιν, ἀντὶ συνουσίαις, ὡς Πλάτων ἐν Νόμοις· παρ' ἄλλῳ οὐχ εὗρον.

Συκοφάντης λέγεται ὁ ψευδῶς τί τινος κατηγορῶν κεκλῆσθαι οὕτω, παρ' Αθηναίοις πρῶτον εὑρεθέντος τοῦ φυτοῦ τῆς συ κῆς, καὶ διὰ τοῦτο κωλυόντων ἐξάγειν τὰ σῦκα· τῶν δὲ φαινόντων τοὺς ἐξάγοντας Συκοφαντῶν κληθέντων, συνέβη καὶ τοὺς ὁπωσοῦν κατηγοροῦντας τινῶν φιλαπεχθημόνως οὕτω προσαγορευθῆναι.

Συχνά πυκνά, συνεχή, πολλά.

Σφαδάζειν· δυσανασχετεῖν μετὰ τινὸς ὥσπερ σπασμού, δυσθα νατεῖν.

Σφενδόνη· ἡ τοῦ δακτυλίου περιφέρεια· τὸ σφραγιδοφυλάκιον.

Τ.

Ταυτόν, Αττικῶς· τὸ αὐτὸς Ἕλληνες.

Τάχιον οὐ λέγεται παρ' Αττικοῖς, ἀλλὰ θᾶττον.

Τέγγων· μαλάττων, βρέχων. Τέγγεσθαι· εἴκειν, ἐνδιδόναι, ὡς νῦν βρέχεσθαι.

Τειχίον, τὸ τῆς οἰκίας· τεῖχος, τὸ τῆς πόλεως.

Τέλος· τάξις, βλάβη, ἀνάλωμα.

T

Τί μήν; κατάφασιν δηλοῖ, ἀντὶ οὗ, πῶς γὰρ οὔ; ἢ, διὰ τί γὰρ οὔ;

γ.

Υγίεια, Αττικῶς· ὑγεία, Ἑλληνικῶς.

Ύθλος· φλυαρία, λῆρος.

Ὑπάγειν· εἰς δίκην ἐνάγειν.

Φ.

Φάναι· ἐν αὐτῷ ὑπολαμβάνειν. Τὸ δὲ Λέγειν· ἑτέρῳ δηλοῦν. Φαύλον, σημαίνει τὸ κακὸν καὶ τὸ εὐτελές· φλαῦρον δὲ, μόνον τὸ κακόν.

Φιλεῖ· ὅπερ φιλεῖ γίνεσθαι, Αττικῶς.

Φλυαρία παρὰ Πλάτωνι πανταχῆ πᾶν τὸ περιττὸν, εἴτ ̓ ἐν λόγοις, εἴτ ̓ ἐν πράγμασι.

Φοιτᾷ, παραγίνεται, Φοιτητήν· τὸν μαθητήν, ἢ τὸν παραγινόμενον, ̓Αττικῶς.

X.

Πλάτων.

Χάριν σοὶ ἔχω, ἀντὶ οἶδά σοι,

Χρεών, χρῆναι, χρείη, χρήσθων, πάντα Αττικῶς.

Χρήματα καὶ τὰ πράγματα καὶ τὰ ἀργύρια λέγουσιν Ἕλληνες μόνως δὲ τὰ χρήματα, πράγματα, Αττικῶς.

Ψηλαφᾷν, ἢ ψαθάλλειν.

Ψ.

Ω.

Ὧδε, κοινὸν Ἰώνων καὶ ̓Αττικῶν· οὕτως, Ἕλληνες.
Ὥρα ἔτους, Αττικῶς· καιρὸς ἔτους, Ἑλληνικῶς.
Ωσαύτως, ἀντὶ τοῦ παραπλησίως, κατὰ Πλάτωνα.
Ὡς ἔοικεν, Αττικῶς· ὡς φαίνεται, ὡς δοκεῖ, Ἕλληνες.
Ὡς οἷόν τε·
ὡς δυνατόν.

ΤΕΛΟΣ.

« PrécédentContinuer »