Images de page
PDF
ePub

ΗΛΕΚΤΡΑ.

ΠΑΙΔΑΓΩΓΟΣ.

Ω ΤΟΥ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ
Αγαμέμνονος παῖ, νῦν ἐκεῖν ̓ ἔξεστί σοι
παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθ ̓ ἀεί.
τὸ γὰρ παλαιὸν Αργος οὑπόθεις τόδε,
τῆς οἰστροπλῆγος ἄλσος Ινάχου κόρης
αὕτη δ ̓, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ
ἀγορὰ Λύκειος· οὐξ ἀριστερᾶς δ ̓ ὅδε
Ἥρας ὁ κλεινὸς ναός· οἱ δ ̓ ἱκάνομεν,
φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν,
πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,
ὅθεν σε πατρὸς ἐκ φόνων ἐγώ ποτε
πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν
ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην
τοσόνδ ̓ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.
νῦν οὖν, Ὀρέστα, καὶ σὺ φίλτατε ξένων
Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον
ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας
ἑῷα κινεῖ φθέγματ ̓ ὀρνίθων σαφῆ,
μέλαινά τ ̓ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.
πρὶν οὖν τιν ̓ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,

5.

IO

15

20

ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθ ̓ ἐμὲν
ἵν ̓ οὐκέτ ̓ ὀκνεῖν καιρός, ἀλλ ̓ ἔργων ἀκμή.

ΟΡΕΣΤΗΣ.

ὦ φίλτατ ̓ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ
σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.
ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,
ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,
ἀλλ ̓ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ
ἡμᾶς τ ̓ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει.
τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ
ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,
εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.
ἐγὼ γὰρ ἡνίχ ̓ ἱκόμην τὸ Πυθικὸν
μαντεῖον, ὡς μάθοιμ ̓ ὅτῳ τρόπῳ πατρὶ
δίκας ἀροίμην τῶν φονευσάντων πάρα,
χρῇ μοι τοιαῦθ ̓ ὁ Φοῖβος ὧν πεύσει τάχα·
ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ
δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.
ὅτ ̓ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,
σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ,
δόμων ἔσω τώνδ', ἴσθι πᾶν τὸ δρώμενον,
ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ.
οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ
γνῶσ ̓, οὐδ ̓ ὑποπτεύσουσιν ὧδ ̓ ἀνθισμένον.
λόγῳ δὲ χρῶ τοιῷδ ̓, ὅτι ξένος μὲν εἰ
Φωκεύς, παρ ̓ ἀνδρὸς Φανοτέως ἥκων· ὁ γὰρ
μέγιστος αὐτοῖς τυγχάνει δορυξένων.
ἄγγελλε δ ̓ ὅρκον προστιθεὶς ὁθούνεκα
τέθνηκ' Ορέστης ἐξ ἀναγκαίας τύχης,
ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων

25

30

35

40

45

21 f. ὡς ἐνταῦθ ̓ ἵνα | οὐκ ἔστ ̓ ἔτ ̓ ὀκνεῖν καιρός conj. Hotchkis (but with

ἔστιν instead of ἔστ ̓ ἔτ ̓).

47 ὅρκῳ Mss. : corr. Reiske.

δίφρων κυλισθείς· ὧδ ̓ ὁ μῦθος ἑστάτω.
ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,
λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς
στέψαντες, εἶτ ̓ ἄψορρον ἥξομεν πάλιν,
τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,
ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον,
ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν
φέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας
φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.
τί γάρ με λυπεῖ τοῦθ ̓, ὅταν λόγῳ θανὼν
ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος ;
δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.
ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς
λόγῳ μάτην θνῄσκοντας· εἶθ ̓ ὅταν δόμους
ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον
ὡς καμ ̓ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο
δεδορκότ ̓ ἐχθροῖς ἄστρον ὡς λάμψειν ἔτι.
ἀλλ ̓, ὦ πατρῴα γῆ θεοί τ ̓ ἐγχώριοι,
δέξασθέ μ' εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,
σύ τ ̓, ὦ πατρῴον δῶμα· σοῦ γὰρ ἔρχομαι
δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·
καὶ μή μ' ἄτιμον τῆσδ ̓ ἀποστείλητε γῆς,
ἀλλ ̓ ἀρχέπλουτον καὶ καταστάτην δόμων.
εἴρηκα μέν νυν ταῦτα· σοὶ δ ̓ ἤδη, γέρον,
τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος.
νω δ ̓ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσιν
μέγιστος ἔργου παντός ἐστ ̓ ἐπιστάτης,

ΗΛΕΚΤΡΑ.

ἰώ μοί μοι δύστηνος.

ΠΑ. καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς

ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον.

50

55

60

65

70

75

52 λοιβαῖσι L: λοιβαῖς τε r.

57 φέρωμεν Γ: φέροιμεν L, vulg.

ΟΡ. ἆρ ̓ ἐστὶν ἡ δύστηνος Ηλέκτρα; θέλεις
μείνωμεν αὐτοῦ κἀπακούσωμεν γόων;
ΠΑ. ἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίου

πειρώμεθ ̓ ἔρδειν κἀπὸ τῶνδ ̓ ἀρχηγετεῖν,
πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρει
νίκην τ ̓ ἐφ' ἡμῖν καὶ κράτος τῶν δρωμένων.

σύστ. ΗΛ. ὦ φάος ἁγνὸν

καὶ γῆς ἰσόμοιρ ̓ ἀήρ, ὥς μοι

80

85

πολλὰς μὲν θρήνων ᾠδάς,
πολλὰς δ ̓ ἀντήρεις ᾔσθου
στέρνων πληγὰς αἱμασσομένων,
ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·
τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ
ξυνίσασ ̓ εὐναὶ μογερῶν οἴκων,
ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ
πατέρ', ὃν κατὰ μὲν βάρβαρον αἶαν
φοίνιος ̓́Αρης οὐκ ἐξένισεν,
μήτηρ δ' ἡμὴ χώ κοινονεχὴς
Αἴγισθος, ὅπως δρῦν ὑλοτόμοι,
σχίζουσι κάρα φονίῳ πελέκει·
κοὐδεὶς τούτων οἶκτος ἀπ ̓ ἄλλης
ἡ 'μοῦ φέρεται, σοῦ, πάτερ, οὕτως
αἰκῶς οἰκτρῶς τε θανόντος.

ἀντισύστ. ἀλλ ̓ οὐ μὲν δὴ

λήξω θρήνων στυγερῶν τε γόων,
ἔστ ̓ ἂν παμφεγγεῖς ἄστρων
ῥιπάς, λεύσσω δὲ τόδ ̓ ἦμαρ,
μὴ οὐ τεκνολέτειρ ̓ ὥς τις ἀηδὼν
ἐπὶ κωκυτῷ τῶνδε πατρῴων

8ι κἀπακούσωμεν Nauck: κἀνακούσωμεν MSS.
corr. Porson.

MSS.:

[merged small][merged small][merged small][ocr errors][merged small][merged small]

105 f. The Mss. have λεύσσω twice, after ἔστ ̓ ἂν and after ῥιπάς: Hermann deleted it in the former place.

[blocks in formation]

5 κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν

6 ὄλοιτ', εἴ μοι θέμις τάδ ̓ αὐδᾶν.

ΗΛ. η ὦ γενέθλα γενναίων,

7

[blocks in formation]

το φυγγάνει· οὐδ ̓ ἐθέλω προλιπεῖν τόδε,

τι μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρ ̓ ἄθλιον.

125

130

12 ἀλλ ̓ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν, 13 ἐᾶτέ μ ̓ ὧδ ̓ ἀλύειν,

14 αἰαῖ, ἱκνοῦμαι.

113 f. ὁρᾶθ ̓, | αἳ τοὺς Dobree: ὁρᾶτε, | τοὺς MSS.

MSS.:

corr. Erfurdt, Porson.

135

124 ἀθεωτάτας

129 After γενναίων the Mss. add

πατέρων (or τοκέων r): del. Monk, Hermann,

« PrécédentContinuer »