PLATONIS ECLOGÆ. PARS PRIMA. DE DEO. DEUS. Ὡς κινηθέν τε καὶ ζῶν ἐνενύησε τῶν ἀϊδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατὴρ, ἠγάσθη τε καὶ, εὐφρανθείς, ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενενόησεν ἀπεργάσασθαι · καθάπερ οὖν αὐτὸ τυγχάνει ζῶον ἀἴδιον, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησε τοιοῦτον ἀποτελεῖν. Ἡ μὲν οὖν ζώου φύσις ἐτύγχανεν οὖσα αἰώνιος, καὶ τοῦτο μὲν δὴ τῷ γεννητῷ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν· εἰκόνα δ ̓ ἐπινοεῖ κινητήν τινα αἰῶνος ποιῆσαι· καὶ διακοσμῶν ἅμα οὐρανὸν, ποιεῖ, μένοντος αἰῶνος ἐν ἑνὶ, κατ ̓ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα, τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν· ἡμέρας γὰρ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς, οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι, καὶ τότε, ἅμα ἐκείνῳ ξυνισταμένῳ, τὴν γένεσιν αὐτῶν μηχανᾶται· ταῦτα δὲ πάντα μέρος χρόνου. Καὶ τὸ τ ̓ ἦν, τὸ τ ̓ ἔσται, χρόνου γεγονότος εἴδη, φέροντες λανθάνομεν ἐπὶ τὴν ἀἴδιον οὐσίαν οὐκ ὀρθῶς· λέγομεν γὰρ δὴ ὡς ἦν, ἔστι τε, καὶ ἔσται· τῇ δὲ τὸ ἔστι μόνον, κατὰ τὸν ἀληθῆ λόγον, προσήκει. Τὸ δὲ ἦν, το τ ̓ ἔσται, περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰοῦσαν πρέπει λέ 1 PREMIÈRE PARTIE. RELIGION. DIEU. L'ÉTERNEL créa le monde; et quand cette image des êtres intelligibles eut commencé à vivre et à se mouvoir, Dieu, content de son ouvrage, voulut le rendre plus semblable encore au modèle, et lui donner quelque chose de cette nature impérissable. Mais, comme la création ne pouvait ressembler en tout à l'idée éternelle, il fit une image mobile de l'éternité; et gardant pour lui la durée indivisible, il nous en donna l'emblême divisible que nous appelons le temps, le temps créé avec le ciel, dont la naissance fit tout-à-coup sortir du néant les jours, les nuits, les mois et les années, ces parties fugitives de la vie mortelle. し Nous avons tort de dire en parlant de l'éternelle essence, Elle fut, elle sera: ces formes du temps ne conviennent pas à l'éternité; elle est, voilà son attribut. Notre passé et notre avenir sont deux mouγεσθαι· κινήσεις γὰρ ἐστόν· τὸ δὲ ἀεὶ κατὰ ταυτὰ ἔχον ἀκινήτως, οὔτε πρεσβύτερον, οὔτε νεώτερον προσήκει γίγνεσθαί ποτε, οὐδὲ γεγονέναι νῦν, οὐδ ̓ εἰσαῦθις ἔσεσθαι· τοπαράπαν τε, οὐδὲν ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσῆψεν· ἀλλὰ χρόνου ταῦτα, αἰῶνά τε μιμουμένου, καὶ κατ ̓ ἀριθμὸν κυκλουμένου, γέγονεν εἴδη. Καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε, τό τε γεγονὸς εἶναι γεγονός, καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον, ἔτι δὲ τὸ γενησόμενον εἶναι γενησόμενον, καὶ τὸ μὴ ὂν, μὴ ὂν εἶναι, ὧν οὐδὲν ἀκριβῶς λέγομεν. Περὶ μὲν οὖν τούτων τάχ ̓ ἂν οὐκ εἴη καιρὸς πρέπων ἐν τῷ παρόντι διακριβολογεῖσθαι. Χρόνος δ ̓ οὖν μετ ̓ οὐρανοῦ γέγονεν, ἵνα, ἅμα γεννη θέντες, ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται· καὶ κατὰ τὸ παράδειγμα τῆς αἰωνίου φύσεως, ἵν ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ. Τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνα ἐστιν ὄν· ὁ δ ̓ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ἂν καὶ ἐσόμενός ἐστι μόνος. Ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γεννηθῇ χρόνος, Ἥλιος, καὶ Σελήνη, καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλων ἔχοντα πλάνητες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονε· σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ θεὸς, ἔθηκεν εἰς τὰς περι φορὰς, ἂς ἡ θατέρου περίοδος ᾔει, ἑπτὰ οὔσας, ὄντα ἑπτά· Σελήνην μὲν εἰς τὸν περὶ γῆν πρῶτον, Ἥλιον δ ̓ εἰς τὸν δεύτερον ὑπὲρ γῆς, Ἑωσφόρον δὲ καὶ τὸν ἱερὸν Ἑρμοῦ λεγόμενον, εἰς τὸν τάχει μὲν ἰσόδρομον Ἡλίῳ κύκλον ἰόντας, τὴν δ ̓ ἐναντίαν εἰληχότας αὐτῷ δύναμιν· ὅθεν καταλαμβάνουσί τε καὶ καταλαμβάνονται, καὶ κατὰ ταυτὰ ὑπ ̓ ἀλλήλων, Ἥλιός τε καὶ ὁ τοῦ Ἑρμοῦ καὶ ὁ vemens: or l'immuable ne peut être de la veille ni du lendemain; on ne peut dire qu'il fut ni qu'il sera; les accidens des créatures sensibles ne sont pas faits pour lui, et des instans qui se calculent ne sont qu'un vain simulacre de ce qui est toujours. Souvent aussi nous appliquons l'être à des choses qui ont été, qui se passent, qui ne sont pas encore, ou même ne peuvent être ; erreurs de langage, qu'il serait ici trop long de com battre. Le temps naquit avec le ciel pour finir avec lui, s'ils doivent finir; il n'est donc qu'une ressemblance imparfaite de la durée. Car celle-ci est l'éternité même ; et l'éternité, qui n'a point commencé, ne finira jamais. La parole et la pensée de Dieu voulant ainsi créer le temps, aussitôt le Soleil, la Lune et les cinq autres astres, nommés planètes, allèrent dans l'espace en mesurer la marche rapide, et parcourir obliquément les sept routes que Dieu leur avait tracées. Le cercle de la Lune fut le plus proche de la terre; dans la seconde région, le Soleil, Vénus 'et l'étoile sacrée de Mercure, d'une vitesse égale, prirent une course opposée, et se suivirent ou se précédèrent tour à tour. Mais si je disais l'ordre et les causes de toutes les sphères, emporté loin de mon récit, je Ἑωσφόρος. Τὰ δ ̓ ἄλλα οἱ δὴ καὶ δι ̓ ἂς αἰτίας ἱδρύσατο εἴ τις ἐπεξίοι πάσας, ὁ λόγος πάρεργος ὢν πλέον ἂν ἔργον, ὧν ἕνεκα λέγεται, παράσχοι· ταῦτα μὲν οὖν ἴσως τάχ ̓ ἂν κατὰ σχολὴν ὕστερον τῆς ἀξίας τύχοι διηγήσεως. Ἐπειδὴ δὲ οὖν εἰς τὴν ἑαυτῷ πρέπουσαν ἕκαστον ἀφίκετο φορὰν, τῶν ὅσα ἔδει ξυναπεργάζεσθαι χρόνον, δεσμοῖς τε ἐμψύχοις σώματα δεθέντα, ζῶα ἐγενήθη, τό τε προσταχθὲν ἔμαθε· κατὰ δὴ τὴν θατέρου φορὰν πλαγίαν οὖσαν, διὰ τῆς ταυτοῦ φύσεως ἰοῦσάν τε καὶ κρατουμένην, τὸ μὲν μείζονα αὐτῶν, τὸ δὲ ἐλάττω κύκλον ἰόν· θᾶττον μὲν τὰ τὸν ἐλάττω, τὰ δὲ τὸν μείζονα βραδύτερον περιϊόντα· τῇ δὲ ταυτοῦ φορᾷ τὰ τάχιστα περιϊόντα, ὑπὸ τῶν βραδύτερον ἰόντων ἐφαίνετο, καταλαμβάνοντα, καταλαμβάνεσθαι. Πάντας γὰρ τοὺς κύκλους αὐτῶν στρέφουσα ἑλίκη, διὰ τὸ διχῆ κατὰ τὰ ἐναντία ἅμα προϊέναι, τὸ βραδύτατα ἀπιὸν ἀφ ̓ αὑτῆς οὔσης ταχίστης, ἐγγύτατα ἀπέφαινεν. Ἵνα δὲ εἴη μέτρον ἐναργές τι πρὸς ἄλληλα βραδυτῆτι καὶ τάχει, καὶ τὰ περὶ τὰς ὀκτὼ φορὰς πορεύοιτο, φῶς ὁ θεὸς ἀνῆψεν ἐν τῇ πρὸς γῆν δευτέρᾳ τῶν περιόδων, ὃ δὴ νῦν κεκλήκαμεν Ἥλιον, ἵνα ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν, μετάσχοι τε ἀριθμοῦ τὰ ζῶα ὅσοις ἦν προσῆκον, μαθόντα παρὰ τῆς ταυτοῦ καὶ ὁμοίου περιφορᾶς. Νὺξ μὲν οὖν ἡμέρα τε γέγονεν οὕτω, καὶ διὰ ταῦτα ἡ τῆς μιᾶς καὶ φρονιμωτάτης κυκλήσεως περίοδος· μεὶς δὲ, ἐπειδὰν Σελήνη, περιελθοῦσα τὸν ἑαυτῆς κύκλον, Ἥλιον ἐπικαταλάβοι· ἐνιαυτὸς δὲ, ὁπόταν Ἥλιος τὸν ἑαυτοῦ περιέλθοι κύκλον. Τῶν δ ̓ ἄλλων τὰς περιόδους οὐκ ἐννενοηκότες ἄνθρωποι, πλὴν ολίγοι τῶν πολλῶν, οὔτε ὀνομάζουσιν, οὔτε πρὸς ἄλληλα |